Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

46 λέγει Μνασέας ἐν τῇ Εὐρώπῃ Ἡρακλέους ἱερὸν εἶναι καὶ τῆς τούτου γαμετῆς, ἣν ᾅδουσιν οἱ ποιηταὶ τῆς Ἥρας θυγατέρα. οὐκοῦν ἐν τῷ τοῦ νεὼ περιβόλῳ τιθασοὺς ὄρνιθας τρέφεσθαι πολλούς φησι, καὶ τοῦτο δέ, εἶναι ἀλεκτρυόνας τε καὶ ἀλεκτορίδας τούσδε τοὺς ὄρνεις. νέμονται δὲ καὶ συναγελάζονταί σφισι κατὰ γένος, καὶ δημοσίας ἔχουσι τροφάς, καὶ τῶν θεῶν ἀναθήματά εἰσι τῶν προειρημένων. αἱ μὲν οὖν ἀλεκτορίδες ἐν τῷ τῆς Ἥβης νέμονται νεῷ, οἳ δὲ ἐν Ἡρακλέους οἱ τῶνδε γαμέται. ὀχετὸς δὲ ἄρα ἀενάου τε καὶ καθαροῦ ὕδατος διαρρεῖ μέσος. θῆλυς μὲν οὖν οὐδὲ εἷς ἐς Ἡρακλέους πάρεισιν· οἱ δὲ ἄρρενες, ὅταν ᾖ καιρὸς ἐπιθόρνυσθαι, ὑπερπέτονται τὸν ὀχετόν, εἶτα ὁμιλήσαντες ταῖς θηλείαις ἐπανίασιν ἐς τὰ σφέτερα αὖθις παρὰ τὸν θεὸν ᾧ λατρεύουσι, καθηράμενοι τῷ διείργοντι τὰ γένη τῶν ὀρνίθων ὕδατι. τίκτεται οὖν, οἷα εἰκός, πρῶτον μὲν ἐκ τῆς ὁμιλίας ᾠά· εἶτα ὅταν αὐτὰ θάλψωσι καὶ ἐκλέψωσι τοὺς νεοττοὺς αἱ μητέρες, τοὺς υἱεῖς οἱ ἄρρενες παρʼ ἑαυτοὺς ἄγουσι καὶ ἐκτρέφουσιν. αἱ δὲ ὄρνεις, ἐκείναις ἔργον ἐστὶ τρέφειν τὰς θυγατέρας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi