Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

26 λέοντας ἐν Ἰνδοῖς γίνεσθαι μεγίστους οὐ διαπορῶ· τὸ δὲ αἴτιον, τῶν ζῴων τῶν ἑτέρων ἥδε ἡ γῆ μήτηρ ἐστὶν ἀγαθή. εἰσὶ δὲ ἀγριώτατοι καὶ θηριωδέστατοι. δέρη δὲ ἐκείνων τῶν λεόντων μέλαινά τε ἰδεῖν, καὶ φρίξασα ὀρθή τε ἀνίσταται καὶ συνεκπέμπει δέος οἷον ἐκπληκτικόν. εἰ δὲ ἁλῶναι δυνηθεῖεν, πραΰνονται, ἀλλʼ οὐχ οἱ μέγιστοι· καὶ ἡμεροῦνταί τε καὶ γίνονται ῥᾷστα τιθασοί, ὡς ἄγειν γε ἀπὸ ῥυτῆρος ἐπὶ θήραν κεμάδων καὶ ἐλάφων καὶ συῶν καὶ ταύρων καὶ ἀγρίων ὄνων. εἰσὶ γὰρ καὶ ῥινηλατῆσαι ὡς ἀκούω δεινοί.
27 ἐν τῇ Λιβύων χώρᾳ ἔθνος ἦν φασι τὸ καλούμενον Νόμαιον. καὶ τὰ μὲν ἄλλα διευτυχοῦντες εὐνόμου μάλα καὶ εὐδαίμονος ναὶ μὰ Δία λήξεως εἶτα ἠφανίσθησαν τελέως, λεόντων αὐτοῖς ἐπελθόντων πλήθει τε παμπόλλων καὶ μεγέθει μεγίστων καὶ τὴν τόλμαν ἀμάχων, ὑφʼ ὧν πανδημεί τε καὶ παγγενεὶ διαφθαρέντες εἶτα ἐς τὸ παντελὲς ἀπώλοντο. λεόντων γὰρ ἀθρόων ἐπιδημία χρῆμα ἀπρόσμαχον.
28 Εὐφορίων δὲ ἐν τοῖς Ὑπομνήμασι λέγει τὴν Σάμον ἐν τοῖς παλαιτάτοις χρόνοις ἐρήμην γενέσθαι· φανῆναι γὰρ ἐν αὐτῇ θηρία μεγέθει μὲν μέγιστα, ἄγρια δέ, καὶ προσπελάσαι τῳ δεινά, καλεῖσθαί γε μὴν νηάδας. ἅπερ οὖν καὶ μόνῃ τῇ βοῇ ῥηγνύναι τὴν γῆν. παροιμίαν οὗν ἐν τῇ Σάμῳ διαρρεῖν τὴν λέγουσαν ʽμεῖζον βοᾷ τῶν νηάδων.ʼ ὀστᾶ δὲ ἔτι καὶ νῦν αὐτῶν δείκνυσθαι μεγάλα ὁ αὐτός φησι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi