Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 17

21 τὸν κιννάμωμον ὄρνιν ἀκούω εἶναι, καὶ μέντοι καὶ κομίζειν κάρφη φυτοῦ τοῦ ὁμωνύμου ἐκ τῶν τῆς γῆς τερμάτων, καὶ καλιὰς ὑποπλέκειν ἔνθα Ἡρόδοτοί τε ᾅδουσι καὶ ἄλλοι, φιλοῦσι δέ πως οἵδε οἱ ὄρνιθες τὰς ἑαυτῶν εὐνάς τε καὶ καταγωγὰς ὑφαίνειν. οὐκοῦν οἷσπερ μέλει τῶνδε τῶν καρφῶν, οἰστοὺς βαρεῖς ῥοίζῳ βιαιοτάτῳ καὶ νευρᾶς ἐντάσει σφοδρᾷ κατὰ τῶν καλιῶν ἀφιᾶσιν· αἳ δὲ ῥήγνυνται, καὶ κατολισθάνει τὰ κάρφη, καὶ μέντοι καὶ τὸ ᾀδόμενον δήπου κιννάμωμον ταῦτά ἐστιν.
22 καὶ Κλειτάρχῳ χῶρον δῶμεν. λέγει δὲ Κλείταρχος ἐν Ἰνδοῖς γίνεσθαι ὄρνιν, καὶ εἶναι σφόδρα ἐρωτικόν, καὶ τὸ ὄνομα αὐτοῦ λέγει ὠρίωνα εἶναι. φέρε δὲ καὶ διαγράψωμεν αὐτὸν τῷ λόγῳ, ὡς ἐκεῖνος διδάσκει. τοῖς μὲν καλουμένοις ἐρωδίοις ὅμοιος τὸ μέγεθος ὅδε ὁ ὠρίων ἐστίν, ἔστι δὲ καὶ τὰ σκέλη ὡς ἐκεῖνοι φοίνιξ, ὀφθαλμοὺς δὲ κυανοῦς ἔχει ʽτοῦτο μὲν οὐχ ὡς ἐκεῖνοἰ, μέλος δὲ μουσουργεῖν ὑπὸ τῆς φύσεως πεπαίδευται, οἷα δήπου μέλη ὑμεναιοῦται γλυκέα καὶ προσείοντα σειρῆνας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi