Kitap 17
18
τῆς θαλαττίας τρυγόνος ἴδιον καὶ τοῦτο προσακήκοα. ἐπὶ τῆς ἁλιάδος ὀρχεῖταί τις, ὅταν αὐτὴν ὑπονέουσαν θεάσηται, καὶ μέντοι καὶ ἀπέσκωψέ τι κέρτομον, καὶ πρὸς ἐπὶ τούτοις, ἐάνπερ αὐλητικὸς ᾖ, καὶ τὸν αὐλὸν ὡς δέλεαρ φέρει καὶ ὑπαυλεῖ· ἣ δὲ ὑπερήδεται ʽκαὶ γάρ τοι καὶ ὦτα ἔχει μουσικῆς ἐπαΐοντα, ὥς φασι, καὶ ὄμματα συνιέντα ὀρχηστικῆσʼ εἶτα κηλουμένη ἡσυχῆ πως ἀναπλεῖ. καὶ ὃ μὲν τὰς ἴυγγας τὰς προειρημένας ἐνεργότατα προσείει, ἔθηκε δὲ τὸ φέρνιόν τις ἕτερος, καὶ τὸν ἰχθὺν ἀνάγει· καὶ ʽτοῦτο δήπου τὸ καινότατονʼ κηλουμένη εἶτα ἑαυτὴν διαλέληθεν ᾑρημένη.
19
Γαλάτας Εὔδοξος τοὺς ἑῴους λέγει δρᾶν τοιαῦτα, καὶ εἰ φανεῖταί τῳ πιστά, πιστευέτω, εἰ δὲ ἧττον τοιαῦτα, μὴ προσεχέτω. ὅταν αὐτῶν τῇ γῇ νέφη παρνόπων ἐπιφοιτήσαντα εἶτα λυπήσῃ τοὺς καρπούς, οἳ δὲ εὐχάς τινας εὔχονται, καὶ ἱερουργίας καταθύουσιν ὀρνίθων κατακηλητικάς· οἳ δὲ ὑπακούουσι, καὶ ἔρχονται στόλῳ κοινῷ, καὶ τοὺς πάρνοπας ἀφανίζουσιν. ἐὰν δὲ τούτων τινὰ θηράσηται Γαλάτης, τίμημά οἱ ἐκ τῶν νόμων τῶν ἐπιχωρίων θάνατός ἐστιν. ἐὰν δὲ συγγνώμης τύχῃ καὶ ἀφεθῇ, ἐς μῆνιν ἐμβάλλει τοὺς ὄρνιθας, καὶ τιμωροῦντες τῷ ἑαλωκότι οὐκ ἀξιοῦσιν ὑπακοῦσαι, ἐάν γε καλῶνται αὖθις.
20
Ἀριστοτέλης λέγει γίνεσθαι ἐν Σάμῳ λευκὴν χελιδόνα· ταύτης γε μὴν ἐάν τις ἐκκεντήσῃ τοὺς ὀφθαλμούς, γίνεσθαι μὲν αὐτὴν παραχρῆμα τυφλήν, μετὰ ταῦτα δὲ ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας καὶ ἐξ ὑπαρχῆς ὁρᾷ, ὡς ἐκεῖνός φησι.