Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 16

32 Αἰσχυλίδης ἐν τοῖς περὶ γεωργίας κατὰ τὴν Κείων γῆν πρόβατα γίνεσθαι ὀλίγα ἑκάστῳ τῶν γεωργῶν φησι. τὸ δὲ αἴτιον, λεπτόγεών τε εἶναι τὴν Κέω ἰσχυρῶς καὶ νομὰς οὐκ ἔχειν· κύτισον δὲ καὶ θρία ἐμβάλλειν, καὶ τῆς ἐλαίας τὰ ῥεύσαντα φύλλα, καὶ μέντοι καὶ ὀσπρίων ἄχυρα ποικίλων, παρασπείρειν δὲ καὶ ἀκάνθας, καὶ ἐκείνοις ἀγαθὸν εἶναι ταῦτα δεῖπνον. γίνεσθαι δὲ ἐξ αὐτῶν γάλα, καὶ τοῦτο τρεφόμενον τυρὸν ἐργάζεσθαι κάλλιστον· καλεῖσθαι δὲ αὐτὸν Κύθνιον ὁ αὐτὸς λέγει, καὶ μέντοι καὶ τὸ τάλαντον αὐτοῦ πιπράσκεσθαι δραχμῶν καὶ ἐνενήκοντα. γίνεσθαι δὲ καὶ ἄρνας τὴν ὥραν διαπρεπεῖς, καὶ πιπράσκεσθαι οὐ κατὰ τοὺς ἑτέρους, ἀλλὰ καὶ σοβαρωτέρᾳ τῇ τιμῇ.
33 Φοίνικες λέγουσι λόγοι τὰς βοῦς τὰς ἐπιχωρίους τοσαύτας εἶναι τὸ μέγεθος, ὡς ἑστάναι τοὺς ἀμέλγοντας ὄντας μεγίστους ἢ δεῖσθαι θρανίου, ἵνα ἀναβάντες ἐφίκωνται τῶν μαζῶν. Λιβύων δὲ ἄρα τῶν γειτνιώντων Ἰνδοῖς ὀπισθονόμων βοῶν ἀγέλας εἶναί τινας ἀκούω. τὸ δὲ αἴτιον, ἡ φύσις ὡς ἐξήμαρτε τὸ πρῶτον ἢ ὠλιγώρησεν, ἐπεὶ πρὸ τῶν ὀφθαλμῶν αὐτοῖς ἐστι τὰ κέρατα, καὶ ὁρᾶν οὐκ ἐᾷ τὰ πρὸ ποδῶν, ἣ δὲ ἐς οὐρὰν ἐπανάγει τὴν βάδισιν αὐτοῖς, εἶτα ἐπικύπτοντες κείρουσι τὴν πόαν. Ἀριστοτέλης γε μήν φησι τῶν βοῶν τῶν ἐν Νευροῖς ἐκπεφυκέναι τὰ κέρατα καὶ τὰ ὦτα ἔκφυσιν τὴν αὐτήν, καὶ εἶναι συνυφασμένα. ὁ δὲ αὐτὸς ἐν χώρῳ τινὶ Λιβύων τὰς αἶγας τοῦ στήθους φησὶ τοὺς μαζοὺς ἔχειν ἀπηρτημένους. εἴη δʼ ἂν τοῦ παιδὸς τοῦ Νικομάχου καὶ ταῦτα· ἐν τοῖς περὶ τὸν Καρίσκον Βουδίνοις οἰκοῦσιν οὐ γίνεσθαί φησι πρόβατον λευκόν, ἀλλὰ μέλανα πάντα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi