Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 16

30 ἐν Λυκίᾳ λέγει Καλλισθένης ὁ Ὀλύνθιος κείρεσθαι καὶ τὰς αἶγας ὥσπερ οὖν πανταχῆ τὰ πρόβατα· γίνεσθαι γὰρ δασυτάτας καὶ εὔτριχας δεινῶς, ὡς εἰπεῖν βοστρύχους ἤ τινας ἕλικας κόμης ἐξηρτῆσθαι αὐτῶν, καὶ μέντοι καὶ τοὺς τεχνίτας τῆς τῶν νεῶν ἐργασίας καταχρῆσθαι αὐταῖς τὰς σειρὰς συμπλέκοντας.
31 λέγει δὲ ἄρα Κτησίας ἐν λόγοις Ἰνδικοῖς τοὺς καλουμένους Κυναμολγοὺς τρέφειν κύνας πολλοὺς κατὰ τοὺς Ὑρκανοὺς τὸ μέγεθος, καὶ εἶναί γε ἰσχυρῶς κυνοτρόφους. καὶ τὰς αἰτίας ὁ Κνίδιος ἐκείνας λέγει. ἀπὸ τῶν θερινῶν τροπῶν ἐς μεσοῦντα χειμῶνα ἐπιφοιτῶσιν αὐτοῖς ἀγέλαι βοῶν, οἱονεὶ μελιττῶν σμῆνος ἢ σφηκιὰ κεκινημένη, πλῆθος ἀριθμοῦ κρείττους οἱ βόες· εἰσὶ δὲ ἄγριοι καὶ ὑβρισταί, καὶ ἐς κέρας θυμοῦνται δεινῶς. οὔκουν ἔχοντες αὐτοὺς ἀναστέλλειν ἑτέρως οἳ δὲ τοὺς τροφίμους αὑτῶν κύνας ἐπʼ αὐτοὺς ἀφιᾶσιν ἐς τοῦτο ἀεὶ τρεφομένους, οἵπερ οὖν καταγωνίζονταί τε καὶ διαφθείρουσιν αὐτοὺς ῥᾷστα. εἶτα τῶν κρεῶν τὰ μὲν δοκοῦντά σφισιν ἐς ἐδωδὴν ἐπιτήδεια ἐξαιροῦσι, τὰ δὲ λοιπὰ τοῖς κυσὶν ἀποκρίνουσι, καὶ μάλα γε ἀσμένως κοινωνοῦντες αὐτοῖς, ὥσπερ οὖν εὐεργέταις ἀπαρχόμενοι. κατὰ τὴν ὥραν δὲ καθʼ ἣν οὐκέτι φοιτῶσιν οἱ βόες, συνθήρους αὐτοὺς ἐπὶ τοῖς ζῴοις τοῖς ἄλλοις ἔχουσι. καὶ τῶν θηλειῶν ἀμέλγουσι τὸ γάλα, καὶ ἐκ τούτου κέκληνται· πίνουσι γὰρ αὐτό, ὥσπερ οὖν ἡμεῖς τὸ τῶν οἰῶν τε καὶ τῶν αἰγῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi