Kitap 15
16
Θεόφραστος οὔ φησι τοῦ ἔχεως τὰ βρέφη διεσθίειν τῆς μητρὸς τὴν γαστέρα, ὥσπερ οὖν θυροκοποῦντα, ἵνα τι καὶ παίσω, καὶ ἐξαράττοντα πεφραγμένην ἔξοδον, ἀλλὰ τοῦ θήλεος θλιβομένου καὶ τῆς γαστρός οἱ στεινομένης ʽὉμηρείως δὲ εἶπονʼ, τὴν δὲ οὐκ ἀντέχειν ἀλλὰ διαρρήγνυσθαι. καί με πείθει λέγων, ἐπεί τοι καὶ θαλάττιαι βελόναι ἄκολποί τε οὖσαι καὶ λεπταὶ ὅτι τὰ αὐτὰ πάσχουσιν ὑπὸ τῶν σφετέρων βρεφῶν καὶ ἐκεῖναι ἄνω που τῶν λόγων εἶπον. Ἡρόδοτον δὲ ἀξιῶ μή μοι μηνίειν, εἰ μύθοις ἐγγράφω ὅσα ὑπὲρ τῆς τῶν ἔχεων ὠδῖνος ᾅδει.
17
φυσικὴ δὲ ἄρα ἦν τις κοινωνία καὶ συγγένεια λέοντι καὶ δελφῖνι ἀπόρρητος· οὐ γὰρ ὅτι βασιλεύουσιν ὃ μὲν τῶν χερσαίων ὃ δὲ τῶν ἐναλίων, τοῦτο ἀπόχρη, ἀλλὰ γάρ τοι κἂν τήκωνται προϊόντες ἐς γῆρας, ὃ μὲν τὸν χερσαῖον πίθηκον ἔχει φάρμακον, ὃ δὲ ἀναζητεῖ τὸν συμφυῆ. ὡς γάρ ἐστι καὶ ἐν θαλάττῃ πίθηκος, εἶπόν που· καὶ ἔστι καὶ τῷδε οὗτος ἀγαθόν, ὡς ἐκείνῳ ἐκεῖνος.