Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 14

12 ὁ δράκων ὁ θαλάττιός ἐστι μὲν παραπλήσιος τοῖς ἰχθύσι τοῖς ἄλλοις ὅσα ἐς τὸ λοιπὸν σῶμα, τήν γε μὴν κεφαλὴν ἔοικε τῷ χερσαίῳ δράκοντι καὶ τῶν ὀφθαλμῶν τὸ μέγεθος ʽεἰσὶ γὰρ μεγάλοι καὶ τούτᾠ, καὶ μέντοι καὶ αἱ γένυς τοῖς χερσαίοις προσβάλλουσι τὴν ἑαυτῶν ἁμωσγέπως μορφήν. ἔχει δὲ καὶ φολίδας, καὶ τραχεῖαί εἰσι, καὶ τῆς δορᾶς τῆς δρακοντείου οὐ πόρρω δοκοῦσιν, εἴ τις προσάψαιτο· ἐκπέφυκε δὲ καὶ κέντρα χαλεπὰ αὐτοῦ, καὶ ἰὸν φέρει τὰ κέντρα, καὶ ἔστι τῷ θιγόντι οὐ χρηστά.
13 ζῴων δʼ ἂν εἴη με εἰπεῖν καὶ τὸ ἴδιον αὐτῶν. ὁ τῶν Ἰνδῶν βασιλεὺς ἐπιδόρπια σιτεῖται ταῦτα, οἷα δήπου Ἕλληνες ἐντραγεῖν αἰτοῦσι, φοινίκων τῶν χαμαιζήλων· ἐκεῖνος σκώληκά τινα ἐν τῷ φυτῷ τικτόμενον σταθευτὸν ἐπιδειπνεῖ γλύκιστον, ὡς Ἰνδῶν λέγουσι λόγοι, καί φασιν οἱ τὴν ἡδονὴν τὴν τοσαύτην ἐκ τοῦ σιτεῖσθαι καὶ ἐμέ γε αἱροῦσι λέγοντες. ἔπαικλα δέ οἱ καὶ ἐκεῖνά ἐστι, κύκνων τε ᾠὰ καὶ τὰ τῶν χερσαίων στρουθῶν καὶ χηνῶν. τὰ μὲν οὖν ἄλλα οὐ μέμφομαι αὐτῷ, κύκνων γε μὴν Ἀπόλλωνι μὲν λατρευόντων ᾠδικωτάτων δὲ ὡς ἡ φήμη διαρρέουσα λέγει ἐπιβουλεύειν ἐκγόνοις καὶ διαφθείρειν τὰ ᾠά, ὦ Ἰνδοὶ φίλοι, οὐκέτι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi