Kitap 13
2
οἱ Κᾶρες αἱροῦσι τοὺς σαργοὺς τὸν τρόπον τοῦτον. νότου καταπνέοντος ἡσυχῆ καὶ προσβάλλοντος αὔρας μαλακωτέρας καὶ τοῦ κύματος στορεσθέντος καὶ πράως ταῖς ψάμμοις ἐπηχοῦντος, τηνικαῦτα ὁ θηρατὴς καλάμου μὲν οὐ δεῖται οὐδὲ ἕν, λαβὼν δὲ ἀρκεύθου ῥάβδον πάνυ σφόδρα ἐρρωμένης, ἀπʼ ἄκρας αὐτῆς ἐξάπτει σειράν, καὶ περιπείρει τῷ ἀγκίστρῳ λυκόστομον ὄντα ἡμιτάριχον, καὶ καθίησιν ἐς τὴν θάλατταν. καὶ κάθηται μὲν ἐπὶ τῇ πρύμνῃ τῆς πορθμίδος καὶ τὸν δόλον ὑποκινεῖ, ὑπερέττει δέ οἱ παῖς ἡσυχῆ, προμαθὼν τῆς ἐλάσεως τὸ σχολαῖον ἐπίτηδες, καὶ ὡς ἐπὶ τὴν γῆν προάγει τὸ σκάφος. πολλοὶ δὲ οἱ σαργοὶ περισκιρτῶσιν ἐκ τῶν συντρόφων φωλεῶν ἀναθορόντες, ἀθροίζονται δὲ ἐπὶ τὸ ἄγκιστρον· ἄγει γὰρ αὐτοὺς οἱονεὶ ἴυγγι ὁ πάλαι μὲν τεθνηκὼς ἐς τὸ ἑλεῖν δὲ σκευασθεὶς ἰχθύς. εἶτα πλησίον τῆς γῆς γενόμενοι ῥᾳδίως ἁλίσκονται, τῇ λιχνείᾳ τῆς γαστρὸς δεδεμένοι.
3
διατριβαὶ δὲ ἰχθύων πολλαί, καὶ γίνονται οἳ μὲν ἐν ταῖς πέτραις, οἳ δὲ ἐν ταῖς ψάμμοις, ἄλλοι δὲ ἐν ταῖς πόαις. καὶ γάρ τοι καὶ πόαι θαλάττιαί εἰσι, καὶ αἳ μὲν αὐτῶν καλοῦνται βρύα, αἳ δὲ ἄμπελοι, καὶ σταφυλαί τινες, καὶ φυκία ἄλλα· ἦν δὲ ἄρα θαλαττίας πόας καὶ κράμβη ὄνομα, καὶ μνία καλεῖταί τινα ἐν αὐταῖς καὶ τρίχες. τροφὴ δὲ ἄρα τούτων ἄλλῳ ἄλλη ἦν, καὶ οὐκ ἂν πάσαιτο ἑτέρας ὁ εἰθισμένος τῇ συντρόφῳ καὶ ὁμοεθνεῖ, ὡς ἂν εἴποι τις.