Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 13

12 Θηρατοῦ δὲ ἀνδρὸς καὶ τὰ ἕτερα ἀγαθοῦ, οἵου μὴ ἂν ψεύσασθαι, λόγον ἤκουσα, καὶ αὐτῷ πεπίστευκα, καὶ διὰ ταῦτα εἰρήσεται. τίκτειν γὰρ δὴ καὶ ἄρρενα λαγὼν ἔλεγε καὶ παιδοποιεῖσθαί τε ἅμα καὶ ὠδίνειν καὶ τῆς φύσεως μὴ ἀμοιρεῖν ἑκατέρας. καὶ ὡς ἐκτρέφει τεκὼν ἔλεγε, καὶ ὡς ἀποτίκτει καὶ δύο που καὶ τρία, καὶ τοῦτο ἐμαρτύρει, καὶ δὴ καὶ τὸν κολοφῶνα ἐπῆγε τῷδε τῷ λόγῳ παντὶ ἐκεῖνον. θηραθῆναι γὰρ λαγῶ ἄρρενα ἡμιθνῆτα, ἐξωγκῶσθαι δὲ αὐτοῦ τὴν γαστέρα ἅτε ἔγκαρον. ἀνατμηθῆναί τε οὖν αὐτὸν ὡμολόγει καὶ μήτραν πεφωρᾶσθαι καὶ τρεῖς λαγιδεῖς. τούτους οὖν ἀκινήτους τέως εἶναι ἐξαιρεθέντας καὶ κεῖσθαι οἱονεὶ κρέα ἄλλως· ἐπεὶ δὲ ὑπὸ τοῦ ἡλίου ἀλεαινόμενοι καὶ δὴ κατὰ μικρὰ ὑποθαλπόμενοι διέτριψαν, ἀναφέροντες ἑαυτοὺς ἀνεβιώσκοντο, καί πού τις αὐτῶν καὶ ἐκινήθη καὶ μετὰ ταῦτα ἀνέβλεψε, τάχα δὲ καὶ γλῶτταν ἐπὶ τούτοις προύβαλε, καὶ στόμα ἀνέῳξε τροφῆς πόθῳ. προσενεχθῆναι οὖν οἷα εἰκὸς τοῖς τηλικούτοις γάλα καὶ κατʼ ὀλίγον ἐκτραφῆναι αὐτούς, δεῖγμα ἐμοὶ δοκεῖν ἐς θαῦμα τοῦ τεκόντος τούτους. μὴ πιστεύειν οὖν τῷ λόγῳ πεῖσαι ἐμαυτὸν οὐ δύναμαι· τὸ δὲ αἴτιον, ἡ τοῦ ἀνδρὸς γλῶττα οὔτε ψεῦδος οὔτε κόμπον ἠπίστατο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi