Kitap 10
11
φύσεως δὲ ἰχθύων εἰσὶν ἀμαθεῖς ὅσοιπερ οὖν τελέως ἁπάντων καταψηφίζονται σιωπὴν αὐτῶν· ἐπεὶ καὶ συρίττουσί τινες καὶ γρυλλίζουσι. λύρα μὲν γρυλλίζει καὶ χρόμις καὶ κάπρος, ὡς Ἀριστοτέλης φησί· χαλκεὺς δὲ συρίττει, κόκκυξ δὲ ἄρα τὸν ὁμώνυμον ὄρνιν τῇ φωνῇ μεμιμημένος φθέγγεται παραπλήσια.
12
ἐλέφας μὲν σαρκῶν ὄγκος ἐστὶν ἰδεῖν καὶ πάνυ μέγιστος· ἐδώδιμα δὲ αὐτοῦ τὰ κρέα οὐκ ἔστιν, ὅτι μὴ ἡ προβοσκὶς καὶ τὰ χείλη τοῦ στόματος καὶ τῶν κεράτων ὁ μυελός. στέαρ δὲ ἐλέφαντος ἦν ἄρα τοῖς ἰοβόλοις ἔχθιστον· εἰ γάρ τις χρίσαιτο ἢ ἐπιθυμιάσειεν αὐτοῦ, τὰ δὲ ἀποδιδράσκει πορρωτάτω.