Kitap 10
44
γένη δὲ ἄρα καὶ τεττίγων οὐκ ὀλίγα ἦν, καὶ αὐτὰ οἱ δεινοὶ ταῦτα εἰδέναι ἀριθμοῦσι, καὶ ὀνόματα ᾅδουσιν αὐτῶν. ὁ μὲν γὰρ τεφρὰς ἐκ τῆς χρόας ὀνομάζεται, ὁ δὲ ἄρα μέμβραξ ὁπόθεν οὐκ οἶδα, καὶ λακέτας δὲ ἦν ἄρα τέττιγος ὄνομα, καὶ κερκώπην ἀκοῇ παρεδεξάμην καὶ ἀχέταν τινὰ καὶ ἀκανθίαν. ἐγὼ μὲν οὖν τοσαῦτα τεττίγων ἀκούσας γένη μέμνημαι· ὅτῳ δὲ καὶ πλείω τῶν προειρημένων ἐς γνῶσιν ἀφίκετο, λεγέτω ἐκεῖνος.
45
καὶ ταῦτα μέντοι κυνῶν προσακήκοα. τὰ σκυλάκια τυφλὰ τίκτεται, καὶ οὐχ ὁρᾷ τῆς μητρῴας ὠδῖνος προελθόντα. καὶ τρισκαίδεκα ἡμερῶν τῶν πρώτων κατείληπται τῷ πάθει τῷδε, ὅσων καὶ ἡ σελήνη οὐ φαίνει νύκτωρ, εἶτα μέντοι ζῴων ὀξυωπέστατος γίνεται ὁ κύων. τιμῶσι δὲ αὐτὸν Αἰγύπτιοι, καὶ νομόν τινα ἐκάλεσαν ἐξ αὐτοῦ, καὶ τῆς γε τιμῆς διπλῆν εἶναι τὴν αἰτίαν φασί, τὴν μὲν λέγουσαν ὅτι ἄρα τῆς Ἴσιδος ζητούσης πανταχόσε τὸν Ὄσιριν κύνες προηγούμενοι τὰ μὲν ἐπειρῶντο συνανιχνεύειν αὐτῇ τὸν παῖδα, τὰ δὲ ἀναστέλλειν τὰ θηρία· ἡ δὲ ἑτέρα, ὅτι ἄρα ἤδη μὲν ἀνατέλλει τὸ ἄστρον ὁ κύων, ὃν Ὠρίωνος ἡ φήμη γενέσθαι λέγει, συνανίσχει δὲ αὐτῷ τρόπον τινὰ καὶ ὁ Νεῖλος ἐπιὼν ἐς τὴν ἀρδείαν τῆς γῆς τῆς Αἰγυπτίας, καὶ ἀναχεῖται περὶ τὰς ἀρούρας. ὡς οὖν ἄγοντα τόδε τὸ γόνιμον ὕδωρ καὶ παρακαλοῦντα τιμῶσιν Αἰγύπτιοι.