Kitap 10
2
ἰχθύες δὲ ἄρα οὐ κατὰ τὴν αὐτὴν ὥραν ἐς ἀφροδίτην πρόθυμοι, ἀλλὰ οἳ μὲν ἦρος ἐπιθόρνυνται, οἳ δὲ θέρειον εἰλήχασι τὴν ὁρμὴν τήνδε, ἐν τῇ ὀπώρᾳ ἄλλοι, καὶ διὰ τοῦ χειμῶνος ὑπεξάπτονταί τινες ἐς τὴν προειρημένην σπουδήν. καὶ οἱ μὲν πλεῖστοι τοῦ ἔτους ἅπαξ ὠδίναντες εἶτα παύονται, λάβρακα δὲ ἀκούω καὶ ἐπιτίκτειν, τρίγλην δὲ καὶ τρὶς κύειν κατηγορεῖ φασι καὶ τὸ ὄνομα.
3
Ἡρόδοτος λέγει τὰς καμήλους ἐν τοῖς ὄπισθεν σκέλεσιν ἔχειν τέτταρας μηροὺς καὶ μέντοι καὶ γόνατα τοσαῦτα, τὰ δὲ ἄρθρα διὰ τῶν σκελῶν τῶν κατόπιν πρὸς τὴν οὐρὰν τετράφθαι αὐταῖς.
4
τὰς οἶς τὰς Ἀραβίων ἔχειν οὐρὰς ἀήθεις ὡς πρὸς τὰς ἄλλας Ἡρόδοτος λέγει. γένη δὲ αὐτῶν εἶναι διπλᾶ ὁ αὐτὸς δήπου διδάσκει, καὶ μέντοι καὶ λέγει τὰς μὲν αὐτῶν ἔχειν οὐρὰς μηκίστας, ὡς εἶναι μετρήσαντι καὶ τριῶν πήχεων οὐκ ἐλάττους. ἅσπερ οὖν εἰ ἐῴη τις ἐπισύρειν, ἑλκοῦσθαι ἂν αὐτὰς πάντως