Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 1

6 Γλαύκης ἀκούω τῆς κιθαρῳδοῦ ἐρασθῆναι κύνα· οἳ δὲ οὐ κύνα, ἀλλὰ κριόν· ἄλλοι δὲ χῆνα. καὶ ἐν Σόλοις δὲ τῆς Κιλικίας παιδός, ᾧ ὄνομα ἦν Ξενοφῶν, κύων ἠράσθη· ἄλλου δὲ ὡραίου μειρακίου ἐν Σπάρτῃ κολοιὸς ἐπὶ τῷ εἴδει ἐνόσησεν.
7 λέγουσι τὸν θῶα τὸ ζῷον φιλανθρωπότατον εἶναι. καὶ ὅταν μέν που περιτύχῃ ἀνθρώπῳ, ἐκτρέπεται αὐτόν, οἷον αἰδούμενος· ὅταν δὲ ἀδικούμενον θεάσηται ὑπʼ ἄλλου θηρίου, τὸ τηνικαῦτα ἐπαμύνει αὐτῷ.
8 Νικίας τις τῶν συγκυνηγετούντων ἀπροόπτως παραφερόμενος ἐς ἀνθρακευτῶν κάμινον κατηνέχθη, οἱ δὲ κύνες οἱ σὺν αὐτῷ τοῦτο ἰδόντες οὐκ ἀπέστησαν, ἀλλὰ τὰ μὲν πρῶτα κνυζώμενοι περὶ τὴν κάμινον καὶ ὠρυόμενοι διέτριβον, τὰ δὲ τελευταῖα μονονουχὶ τοὺς παριόντας ἠρέμα καὶ πεφεισμένως κατὰ τῶν ἱματίων δάκνοντες εἶτα εἷλκον ἐπὶ τὸ πάθος, οἷον ἐπικούρους τῷ δεσπότῃ παρακαλοῦντες τοὺς ἀνθρώπους οἱ κύνες. καὶ γοῦν εἷς ὁρῶν τὸ γινόμενον ὑπώπτευσε τὸ συμβάν, καὶ ἠκολούθησε καὶ εὗρε τὸν Νικίαν έν τῇ καμίνῳ καταφλεχθέντα, ἐκ τῶν λειψάνων συμβαλὼν τὸ γενόμενον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi