Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 1

42 ἀετὸς δὲ ὀρνίθων ὀξυωπέστατος. καὶ Ὅμηρος αὐτῷ σύνοιδε καὶ τοῦτο, καὶ μαρτυρεῖ ἐν τῇ Πατροκλείᾳ, εἰκάζων τὸν Μενέλεων τῷ ὄρνιθι, ὅτε ἀνεζήτει Ἀντίλοχον, ἵνα ἄγγελον ἀποστείλῃ τῷ Ἀχιλλεῖ, πικρὸν μέν, ἀναγκαῖον δέ, ὑπὲρ τοῦ πάθους τοῦ κατὰ τὸν ἑταῖρον αὐτοῦ, ὃν ἐξέπεμψε μέν, οὐχ ὑπεδέξατο δέ, καίτοι ποθῶν ἐκεῖνος τοῦτο. λέγεται δὲ μὴ ἑαυτῷ μόνῳ χρήσιμος, ἀλλὰ καὶ ἀνθρώπων ὀφθαλμοῖς ὁ ἀετὸς ἀγαθὸς εἶναι. εἰ γοῦν μέλιτί τις Ἀττικῷ τὴν χολὴν αὐτοῦ διαλαβὼν ὑπαλείψαιτο ἀμβλυνόμενος, ὄψεται καὶ ὀξυτάτους γοῦν ἰδεῖν ἕξει τοὺς ὀφθαλμούς.
43 ἀηδὼν ὀρνίθων λιγυρωτάτη τε καὶ εὐμουσοτάτη, καὶ κατᾴδει τῶν ἐρημαίων χωρίων εὐστομώτατα ὀρνίθων καὶ τορώτατα. λέγουσι δὲ καὶ τὰ κρέα αὐτῆς ἐς ἀγρυπνίαν λυσιτελεῖν. πονηροὶ μὲν οὖν οἱ τοιαύτης τροφῆς δαιτυμόνες καὶ ἀμαθεῖς δεινῶς· πονηρὸν δὲ τὸ ἐκ τῆς τροφῆς δῶρον, φυγὴ ὕπνου, τοῦ καὶ θεῶν καὶ ἀνθρώπων βασιλέως, ὡς Ὅμηρος λέγει.
44 τῶν γεράνων αἱ κλαγγαὶ καλοῦσιν ὄμβρους, ὥς φασιν· ὁ δὲ ἐγκέφαλος γυναικῶν ἐς χάριν ἀφροδίσιον ἔχει τινὰς ἴυγγας, εἴ τῳ ἱκανοὶ τεκμηριῶσαι οἱ πρῶτοι φυλάξαντες ταῦτα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi