Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 1

36 ὁ ἰχθὺς ἡ νάρκη ὅτου ἂν καὶ προσάψηται τὸ ἐξ αὐτῆς ὄνομα ἔδωκέ τε καὶ ναρκᾶν ἐποίησεν. ἡ δὲ ἐχενηὶς ἐπέχει τὰς ναῦς, καὶ ἐξ οὗ ποιεῖ καλοῦμεν αὐτήν. κυούσης δὲ ἁλκυόνος ἵσταται μὲν τὰ πελάγη, εἰρήνην δὲ καὶ φιλίαν ἄγουσιν ἄνεμοι. κύει δὲ ἄρα χειμῶνος μεσοῦντος, καὶ ὅμως ἡ τοῦ ἀέρος γαλήνη δίδωσιν εὐημερίαν, καὶ ἁλκυονείας τηνικάδε τῆς ὥρας ἄγομεν ἡμέρας. ἴχνος δὲ λύκου πατεῖ κατὰ τύχην ἵππος, καὶ νάρκη περιείληφεν αὐτόν. εἰ δὲ ὑπορρίψειας ἀστράγαλον λύκου τετρώρῳ θέοντι, τὸ δὲ ὡς πεπηγὸς ἑστήξεται, τῶν ἵππων τὸν ἀστράγαλον πατησάντων. λέων δὲ φύλλοις πρίνου τὸ ἴχνος ἐπιβάλλει, καὶ ναρκᾷ· δὲ καὶ ὁ λύκος, εἰ καὶ μόνον προσπελάσειε πετήλοις σκίλλης. ταῦτά τοι καὶ αἱ ἀλώπεκες ἐς τὰς εὐνὰς τῶν λύκων ἐμβάλλουσι, καὶ εἰκότως· διὰ γὰρ τὴν ἐξ αὐτῶν ἐπιβουλὴν νοοῦσιν ἔχθιστα αὐτοῖς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi