Kitap 4
Περὶ ἀφθαρσίας ψυχῆς.
7
Πυθαγόρας Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχήν.
7
ἐξιοῦσαν γὰρ εἰς τὴν τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν πρὸς τὸ ὁμογενὲς
7
οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι τὴν μὲν ἀσθενεστέραν ἅμα τοῖς συγκρίμασι γίνεσθαι, ταύτην δʼ εἶναι τῶν ἀπαιδεύτων τὴν δʼ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως
7
Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδιαφθειρομένην,
7
Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλʼ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπάρχειν· τὸ δʼ ἄλογον φθαρτόν.
Περὶ αἰσθήσεων καὶ αἰσθητῶν.
8
οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν αἴσθησίς ἐστιν ἀντίληψις διʼ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία ἡ καταληπτικὴ διʼ αἰσθητηρίου γίνονται, καὶ · αὐτὸ τὸ ἡγεμονικόν, ἀφʼ οὗ συνίσταται. πάλιν δʼ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.
8
Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα ὅπερ ἐστὶ τὸ ἐνέργημα ὥστε διχῶς παρʼ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα.
8
Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός,· ἡ μὲν γὰρ δύναμις ψυχῆς τὸ δʼ ὄργανον σώματος ἄμφω δὲ· διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται.
8
Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.
Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ αἱ φαντασίαι.