Kitap 4
4
οἱ Στωικοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατικοῦ ἀκουστικοῦ ὀσφρητικοῦ γευστικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δʼ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφʼ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις.
4
Δημόκριτος Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δʼ ἄλογον καθʼ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον.
4
ὁ δὲ Δημόκριτος πάντα μετέχειν φησὶ ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀεὶ διαφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου.
Τί τὸ τῆς ψυχῆς ἡγεμονικὸν καὶ ἐν τίνι ἐστίν.
5
Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ.
5
Στράτων ἐν μεσοφρύῳ.
5
Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.
5
Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις.
5
Παρμενίδης ἐν ὅλῳ τῷ· θώρακι καὶ Ἐπίκουρος
5
οἱ Στωικοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ ἢ τῷ περὶ τὴν καρδίαν πνεύματι.
5
Διογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ καὶ πνευματική.
5
Ἐμπεδοκλῆς ἐν τῇ τοῦ αἵματος συστάσει.
5
οἱ δʼ ἐν τῷ τραχήλῳ τῆς καρδίας, οἱ δʼ ἐν τῷ περικαρδίῳ ὑμένι, οἱ δʼ ἐν τῷ διαφράγματι. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος.
5
Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.
Περὶ κινήσεως ψυχῆς.
6
Πλάτων ἀεικίνητον μὲν τὴν ψυχήν, τὸν δὲ νοῦν ἀκίνητον τῆς μεταβατικῆς· κινήσεως.
6
Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν καθάπερ τὰ εἴδη τῶν σωμάτων.