Thesauros Edebiyat miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Kitap 4

2 Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα, τὸν δʼ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει.
2 Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητὴν, κατʼ ἀριθμὸν ἐναρμόνιον κινουμένην.
2 Ἀριστοτέλης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δʼ ἐντελέχειαν ἀκουστέον ἀντὶ τῆς ἐνεργείας.
2 Δικαίαρχος; ἁρμονίαν τῶν τεσσάρων στοιχείων.
2 Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων.

Εἰ σῶμα ἡ ψυχὴ καὶ τίς ἡ οὐσία αὐτῆς.

3 οὗτοι πάντες οἱ προτεταγμένοι ἀσώματον τὴν ψυχὴν ὑποτίθενται, φύσιν λέγοντες αὐτοκίνητον καὶ οὐσίαν νοητὴν καὶ τοῦ φυσικοῦ ὀργανικοῦ ζωὴν ἔχοντος ἐντελέχειαν.
3 οἱ δʼ ἀπʼ Ἀναξαγόρου ἀεροειδῆ ἔλεγόν τε καὶ σῶμα.
3 οἱ Στωικοὶ πνεῦμα θερμόν.
3 Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας πυρίνην δὲ τὴν δύναμιν, ὅπερ· σῶμα εἶναι.
3 Ἐπίκουρος κρᾶμα ἐκ τεσσάρων, ἐκ ποιοῦ πυρώδους, ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ· ἐκ τετάρτου τινὸς ἀκατονομάστου, ὃ ἦν αὐτῷ αἰσθητικόν.
3 Ἡράκλειτος τὴν μὲν τοῦ κόσμου ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ἐν αὐτῷ ὑγρῶν, τὴν δʼ ἐν τοῖς ζῴοις ἀπὸ τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἀναθυμιάσεως; ὁμογενῆ.

Περὶ μερῶν ψυχῆς.

4 Πυθαγόρας Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν, τὸ μὲν γὰρ ἔχει λογικὸν τὸ δʼ ἄλογον κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ, τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi