Thesauros Edebiyat miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Kitap 1

Περὶ κενοῦ.

18 οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες μέχρι Πλάτωνος τὸ κενὸν ἀπέγνωσαν.
18 Ἐμπεδοκλῆς οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν.
18 Λεύκιππος Δημόκριτος; Δημήτριος Μητρόδωρος Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει.
18 οἱ Στωικοὶ ἐντὸς μὲν τοῦ κόσμου οὐδὲν εἶναι κενὸν ἔξωθεν δʼ αὐτοῦ ἄπειρον.
18 Ἀριστοτέλης τοσοῦτον εἶναι τὸ κενὸν ἐκτὸς τοῦ κόσμου, ὥστʼ ἀναπνεῖν τὸν οὐρανόν· εἶναι γὰρ αὐτὸν πύρινον.

Περὶ τόπου.

19 Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν.
19 Ἀριστοτέλης τὸ ἔσχατον τοῦ περιέχοντος συνάπτον τῷ περιεχομένῳ.

Περὶ χώρας.

20 οἱ Στωικοὶ καὶ Ἐπίκουρος διαφέρειν κενὸν τόπον χώραν καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης;.

Περὶ χρόνου.

21 Πυθαγόρας τὸν χρόνον τὴν σφαῖραν τοῦ περιέχοντος εἶναι.
21 Πλάτων αἰῶνος εἰκόνα κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως.
21 Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν.

Περὶ οὐσίας χρόνου.

22 Πλάτων οὐσίαν χρόνου τὴν τοῦ οὐρανοῦ κίνησιν.
22 οἱ πλείους τῶν Στωικῶν αὐτὴν τὴν κίνησιν. καὶ οἱ μὲν πλείους ἀγένητον τὸν χρόνον, Πλάτων δὲ γενητὸν κατʼ ἐπίνοιαν.

Περὶ κινήσεως.

23 Πυθαγόρας Πλάτων κίνησίς ἐστι διαφορά τις ἢ ἑτερότης ἐν ὕλῃ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi