Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 9

77 ἐχρῶντο δ’ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ· ἐν ὅσῳ δ’ ἀκροῶμαί σου κέλευσὸν μοί τινα φέρειν ἀπονίψασθαι. β. δότω τις δεῦρ’ ὕδωρ καὶ σμῆμα. ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ. περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ ι Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως· τότε περιπατήσεις κἀπονίψει κατὰ τρόπον τὰς χεῖρας εὐώδη λαβὼν γῆν. καὶ Φιλόξενος δ’ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν, σμήμασιν ἰρινομείκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε λαμπρὰ σινδονυφῆ, δίδοσαν δὲ χρίματὰ τ’ ἀμβροσίοδμα καὶ στεφάνους ἰοθαλέας. δρόμων δ’ ἐν Ψαλτρίᾳ· ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες, ὁ παῖς περιεῖλε τὰς τραπέζας, νίμματα ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi