Kitap 9
59
ψύαι. ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν ἶσον δ’ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν ψοίας ἔγχει νύξε. Σιμάριστος δ’ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει· ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ’ ἑκατέρωθεν κοιλώματα λέγουσι κύμβους ἢ γλήνας. Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί· σάρκες μυωταὶ καθ᾽ ἑκάτερον μέρος, ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νεφρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ’ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς· λοβὸς τίς ἐστι καὶ ψόαι καλούμεναι· ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών
60
οὖθαρ. Τηλεκλείδης Στερροῖς· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. ʽ Ἡρόδοτος δ’ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν σπανίως δ’ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον. ὑπογάστριον δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ· ὑπογάστριον θύννου τι κἀκροκώλιον. Θεόπομπος Καλλαίσχρῳ · ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, ὦ Δάματερ. ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως· θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια·