Kitap 9
48
τῶν δὲ καλουμένων ΧΕΝΝΙΩΝ (μικρὸν δ’ ἐστὶν ὀρτύγιον) μνημονεύει Κλεομένης ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ γράφων οὕτως· ‘φαληρίδας ταριχηρὰς μυρίας, τυλάδας πεντακισχιλίας, χέννια ταριχηρὰ μύρια.’ καὶ Ἵππαρχος ἐν τῇ Αἰγυπτίᾳ Ἰλιάδι· οὐδέ μοι Αἰγυπτίων βίος ἤρεσεν οἷον ἔχουσι, χέννια τίλλοντες καλκατιαδεισαλέοντα.