Kitap 8
41
Στρατόνικος ὁ κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα. πολλοῦ χρόνου δ’ ἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα. ὡς δ᾽ αὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτ’ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ· ‘σὺ γὰρ διανοεῖ, φησίν, αὐτοῦ καταμένειν;’
41
ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος ὁ κιθαρῳδός. εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατ’ οὐδαμοῦ. κᾆθ’ ὁ Στρατόνικος ‘πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ’ ὃ βούλει καὶ τί μ’ εἰσβλέπεις ἀεί;’ ‘διηπόρησα, φησίν, εἰ μήτηρ σε μὲν δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας, πόλις δ’ ἔχουσά σ’ ἡμέραν ἀλγεῖ μίαν.’ ἡ Νικοκρέοντος εἰσιοῦσ’ Ἀξιοθέα γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν, συνεὶς Στρατόνικος εἶπεν ‘οὐχ ὅμοιος ὁ ψόφος.’ ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν. ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις, παρὼν κατὰ τύχην ὁ Στρατόνικος τοῦτ’ ἔφη· ‘ὃς αὐτὸς αὑτὸν οὐ κιθ......... ἄλλους κιθα...................’