Kitap 8
41
ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυτ’ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος ὁ Στρατόνικος, οὐκ ἔχων δ’ ὅτῳ διαλέξεθ’ ἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θ’ ἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, ταῦτ’ ἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος ὁ Στρατόνικος ἐγένετ’ εὐθέως. προσπυνθανομένων δ’ ὅ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο· ‘ὁ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη, ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.’
41
Στρατόνικος εἰς Ἄβδηρ’ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατ’ ἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπ᾽ ἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας, τοῦτ᾽ εἶπε· ‘τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω· ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς, μή ποτ’ ἐπιβὰς κήρυκι τὸν πόδ’ ἀναπαρῶ.’
41
αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος ὁ Στρατόνικος ‘εὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα, φησί, τοῖς θεοῖς.’
41
Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ τ’ οὐ χρώμενος. τούτου διακούσας ὁ Στρατόνικος εἶφ᾽ ὅτι ‘ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας.’