Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 8

34 Ἡδύλος δ’ ἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μέν τινος ἐν τούτοις μέμνηται· Φαίδων δὲ ... φύσκι’ ἐνείκαι χορδάς θ᾽ ὁ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος. Ἄγιδος δ’ ἐν τούτοις· ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων· γίνεθ’ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ’ ἀπόκλειε ... ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορόης ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα. καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν· ὀψοφάγει Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς, ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας. θὲς μόνον ἢ ζώνην ἢ ἐνώτιον ἤ τι τοιοῦτον σύσσημον. τὸ δ’ ὁρᾶν μὴ μόνον οὐ λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi