Kitap 8
10
οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως (v. 214 St) πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες, καὶ ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν ἢ Στασῖνος ἢ ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων (fr. 6 K)· τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι· τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ ἀνάγκης. φεῦγε γὰρ οὐδ’ ἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δ’ ἐδίωκε· λαβεῖν δ’ ἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξορόθυνεν, ἄλλοτ’ ἀν’ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτ’ ἀν’ ἤπειρον πολυβώλακα. γίγνετο δ’ αἰεὶ θηρί’ ὅσ’ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.