Kitap 7
114
ΣΠΑΡΟΣ. τοῦτον Ἱκέσιος εὐχυλότερον μὲν εἶναι μαινίδος καὶ ἄλλων δὲ πλειόνων τροφιμώτερον. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 236 L)· αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 16 B)· ἢ σπάρον ἢ ὕκας ἀγεληίδας. μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων.