Kitap 7
114
σπάρος. τοῦτον Ἱκέσιος εὐχυλότερον μὲν εἶναι μαινίδος καὶ ἄλλων δὲ πλειόνων τροφιμώτερον. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς εἷκε καλλίστους ἄδην, λᾳταγὸς ἁλιέων, σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ · ἢ σπάρον ἢ ὕκας ἀγεληίδας. μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων.