Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

107 εἴδη δ’ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ (p. 300 R) καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα· Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 235 L)· πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες. Ἀρχέστρατος δέ φησι (fr. 36 R)· πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ πλῆθος. Δωριεῖς δ’ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δ᾽ ἔφη (II 457 B4)· ‘πώλυπον διζήμενος.’ Ἀττικοὶ δὲ πουλύπουν. ἐστὶ δὲ τῶν σελαχωδῶν· τὰ χονδρώδη δ’ οὕτω λέγεται· πουλύποδες, γαλεοί τε κύνες. μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ἐρίων φῦλα.
108 ΠΑΓΟΥΡΟΙ. τούτων μέμνηται Τιμοκλῆς ἢ Ξέναρχος ἐν Πορφύρᾳ οὑτωσί (II 471 K)· ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐν παγούροις μὲν θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ συναρπάσομαι; καλόν γ’ ἂν εἴη.
109 ΠΗΛΑΜΥΣ. Φρύνιχος ἐν Μούσαις μνημονεύει (I 380 K). Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 b 2) ‘αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ.’ μνημονεύει αὐτῶν καὶ Σοφοκλῆς ἐν Ποιμέσιν (fr. 460)· ἔνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάραυλος Ἑλλησποντίς, ὡραία θέρους τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi