Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

110 πέρκαι. τούτων μέμνηται Διοκλῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα. Ἐπίχαρμος δέ φησι· κομαρίδας τε καὶ κύνας, κέστρας τε πέρκας τ’ αἰόλας. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ· ἄλλοτε δ’ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρά πέτρην φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον. πέρκη. καὶ ταύτης Ἐπίχαρμος ἐν Ἥβας γάμῳ μέμνηται καὶ Σπεύσιππος ἐν β’ τῶν Ὁμοίων καὶ Νουμήνιος, ὧν τὰ μαρτύρια πρόκειται. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἀκανθοστεφῆ φησιν εἶναι καὶ ποικιλόχροα φυκίδα. τῶν δὲ γραμμοποικίλων πλαγίαις τε ταῖς ῥάβδοις κεχρημένων πέρκη. καὶ παροιμία δὲ ἐστιν ἕπεται πέρκη μελανούρῳ
111 ῥαφίδες. καὶ τούτων μέμνηται Ἐπίχαρμος λέγων κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων βελόνην αὐτὴν καλεῖ, ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι, καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ .
112 ῥίνῃ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν καὶ σελάχη μέντοι κλεινή Μίλητος ἄριστα ἐκτρέφει· ἀλλὰ τί χρὴ ῥίνης λόγον ἢ πλατυνώτου λειοβάτου ποιεῖσθαι; ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δαισαίμην ἀπ’ ἰπνοῦ, τερπνὸν παίδεσσιν Ἰώνων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi