Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

107 εἴδη δ’ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ Σπεύσιππος. ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πουλύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα· Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ· πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες. Ἀρχέστρατος δέ φησι· πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει μεγάλους πολλοὺς τε τὸ πλῆθος. Δωριεῖς δ’ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος. καὶ Σιμωνίδης δ’ ἔφη· πώλυπον διζήμενος. Ἀττικοὶ δὲ πουλύπουν ἐστὶ δὲ τῶν σελαχωδῶν τὰ χονδρώδη δ’ οὕτω λέγεται· πουλύποδες, γαλεοί τε κύνες. μαλάκια δὲ καλεῖται τὰ τευθιδώδη. σελάχια δὲ τὰ τῶν ῥινῶν φῦλα.
108 πάγουροι. τούτων μέμνηται Τιμοκλῆς ἢ Ξέναρχος ἐν Πορφύρᾳ οὕτως· ι εἶθ’ ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐπὶ μὲν παγούροις τοῖς ὁ θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ συναρπάσομαι; καλὸν γ’ ἂν εἴη.
109 πηλαμὺς , Φρύνιχος ἐν Μούσαις μνημονεύει.Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων αἱ πηλαμύδες, φησί, καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δὲ οὔ. μνημονεύει αὐτῶν καὶ Σοφοκλῆς ἐν Ποιμέσιν ἔνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται, πάραυλος Ἑλλησποντίς.ὡραία ὡραία θέρους τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi