Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

97 ΟΡΦΩΣ. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 a 30) ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν, ἐκ μικροῦ γίνεται μέγας ταχέως. ἐστὶ δὲ (Rose p. 313) καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ καὶ μονήρης. ἴδιον δ’ ἐν αὐτῷ ἐστι τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἐστὶ δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πελάγιος. ζῇ δ’ οὐ πλέον δύο ἐτῶν. μνημονεύων δ’ αὐτοῦ Νουμήνιός φησι (fr. 7 B)· τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γὰρ ἐπ’ ἄκρης... καὶ πάλιν (fr. 17 B)· γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν κόσσυφον. Δωρίων δὲ τὸν νέον φησὶν ὀρφὸν ὑπ’ ἐνίων καλεῖσθαι ὀρφακίνην. Ἄρχιππος δ’ ἐν Ἰχθύσιν (I 682 K)· ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφώς του θεῶν. Κρατῖνος δ’ Ὀδυσσεῦσι (I 59 K)· τέμαχος ὀρφὼ χλιαρόν. Πλάτων Κλεοφῶντι (I 616 K)· σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν. Ἀριστοφάνης Σφηξίν (493)· ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ ᾽θέλῃ. τὴν μέντοι ἑνικὴν εὐθεῖαν ὀξυτόνως προφέρονται Ἀττικοί. Ἄρχιππος Ἰχθύσιν, ὡς πρόκειται. τὴν δὲ γενικὴν Κρατῖνος Ὀδυσσεῦσι (l. s.)· ‘τέμαχος ὀρφὼ χλιαρόν.’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi