Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

99 ὄνος· καὶ ὀνίσκος. ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν, ἔχει στόμα ἀνερρωγὸς ὁμοίως τοῖς γαλεοῖς· καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους . διαφέρει δ’ ὄνος ὀνίσκου, ὥς φησι Δωρίων ἐν τῷ περὶ ἰχθύων γράφων οὕτως· ὄνος, ὃν καλοῦσί τινες γάδον· γαλλερίας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μάξεινον. Εὐθύδημος δ’ ἐν τῷ περὶ ταρίχων οἱ μὲν βάκχον, φησί, καλοῦσιν, οἱ δὲ γελαρίην, οἱ δὲ ὀνίσκον. Ἀρχέστρατος δέ φησι· τὸν δ’ ὄνον Ἀνθηδών, ὁ τὸν καλλαρίαν καλέουσιν, ἐκτρέφει εὐμεγέθη, σομφὴν δ’ ἄρ’ ἔχει τινὰ σάρκα κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δὲ λίην νιν αἰνοῦσιν· χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δ’ ἐκείνοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi