Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

88 λατός , τοῦτον κατὰ τὴν Ἰταλίαν κράτιστον εἶναί φησιν Ἀρχέστρατος λέγων οὕτως· τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα. οἱ δ’ ἐν τῷ Νείλῳ ποταμῷ γινόμενοι λάτοι τὸ μέγεθος εὑρίσκονται καὶ ὑπὲρ διακοσίας λίτρας ἔχοντες, ὁ δὲ ἰχθὺς οὗτος λευκότατος ὢν καὶ ἥδιστός ἐστι πάντα τρόπον σκευαζόμενος, παραπλήσιος ὢν τῷ κατὰ τὸν Ἴστρον γινομένῳ γλάνιδι. φέρει δ’ ὁ Νεῖλος καὶ ἄλλα γένη πολλὰ ἰχθύων καὶ πάντα ἥδιστα, μάλιστα δὲ τὰ τῶν κορακίνων. πολλὰ γὰρ καὶ τούτων γένη. φέρει δὲ καὶ τοὺς μαιώτας καλουμένους, ὧν μνημονεύει Ἄρχιππος ἐν Ἰχθύσι διὰ τούτων· τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας. εἰσὶ δὲ πολλοὶ περὶ τὸν Πόντον, φέροντες τὴν ὀνομασίαν ἀπὸ τῆς λίμνης τῆς Μαιώτιδος. Νειλῷοι δ’ εἰσὶν ἰχθύες, εἲ γ’ ἔτι μνημονεύειν δύναμαι πολυέτη τὴν ἀποδημίαν ἔχων, νάρκη μὲν ἡ ἡδίστη, χοῖρος, σῖμος, φάγρος, ὀξύρυγχος, ἀλλάβης, σίλουρος, συνοδοντίς, ἐλέωτρις, ἔγχελυς, θρίσσα, ἄβραμις, τύφλη, λεπιδωτός, φῦσα, κεστρεύς. εἰσὶ δὲ καὶ ἄλλοι οὐκ ὀλίγοι.
89 λειόβατος. οὗτος καλεῖται καὶ ῥίνη. ἐστὶ δὲ λευκόσαρκος, ὡς Ἐπαίνετος ἐν ᾽ Ὀψαρτυτικῷ. Πλάτων Σοφισταῖς· κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi