Kitap 7
72
κάπρος καὶ κρέμυς. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησί τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς κρέμυς, τὰ δὲ σκληρότατα, τραχύδερμα ὡς κάπρος, καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη. τοῦ δὲ κάπρου μνημονεύει καὶ Δωρίων καὶ Ἐπαίνετος. Ἀρχέστρατος δέ φησιν αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε, κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ’ ἀθανάτων τὸ γάρ ἐστιν νέκταρος ἄνθος, τούτου δ’ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους αἴθωνι λυγισμῷ ἄρθρων μηλείων τ’ ἐπ’ ἄγρην δωρήματα βάλλειν.