Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

61 ἥπατος ἢ λεβίας. Διοκλῆς τοῦτόν φησι τῶν πετραίων εἶναι· Σπεύσιππος δ’ ὅμοιον φάγρῳ τὸν ἥπατον. ἐστὶ δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ’ αὑτὸν ἔχων, καρδίαν τρίγωνον λευκήν. Ἀρχέστρατος δ’ ὁ τῶν δείπνων λοχαγός φησιν καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ.
62 ἠλακατῆνες. Μνησίμαχος Ἱπποτρόφῳ· σκόμβρος, θύννος, κωβιός, ἠλακατῆνες. εἰσὶ δὲ κητώδεις, ἐπιτήδειοι εἰς ταριχείαν. Μένανδρος Κόλακί φησι· κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον. Μνασέας δὲ ὁ Πατρεύς φησι· ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi