Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

58 ΕΡΥΘΡΙΝΟΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (p. 306 R) καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. τὰ παραπλήσια εἴρηκε καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Κυρηναῖοι δὲ ὕκην τὸν ἐρυθρῖνον καλοῦσιν, ὡς Κλείταρχός φησιν ἐν Γλώσσαις.
59 ΕΓΚΡΑΣΙΧΟΛΟΙ. καὶ τούτων μέμνηται Ἀριστοτέλης ὡς μικρῶν ἰχθυδίων ἐν τῷ περὶ ζωικῶν. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων τῶν ἐγκρασιχόλων ἐν τοῖς ἑψητοῖς μέμνηται εἰπὼν οὕτως· ‘ἑψητοὺς εἶναι μὲν δεῖ ἐγκρασιχόλους ἢ ἴωπας ἢ ἀθερίνας ἢ κωβιοὺς ἢ τριγλίδας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια.’

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi