Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

59 ἐγκρασίχολοι. καὶ τούτων μέμνηται Ἀριστοτέλης ὡς μικρῶν ἰχθυδίων ἐν τῷ περὶ ζωικῶν. Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων τῶν ἐγκρασιχόλους ἐν τοῖς ἑψητοῖς μέμνηται εἰπὼν οὕτως· ἑψητοὺς εἶναι μὲν δεῖ ἐγκρασιχόλους ἢ ἴωπας ἢ ἀθερίνας ἢ κωβιονς ἢ τριγλίδας μικρὰς σηπίδιά τε καὶ τευθίδια καὶ καρκίνια.
60 ἑψητός. ἐπὶ τῶν λεπτῶν ἰχθυδίων. Ἀριστοφάνης ἐν Ἀναγύρῳ· οὐχ ἑψητῶν λοπάς ἐστιν. Ἄρχιππος Ἰχθύσι· καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν ἑψητός. Εὔπολις Αἰξὶν ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί. Εὔβουλος ἐν Προσουσίᾳ ἢ Κύκνῳ · ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ. Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ· καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδαλεῖοί πως. τὰ γὰρ καλὰ πάντα Δαιδάλου καλοῦσιν ἔργα. καὶ πάλιν τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις οὐδὲ τριχίδων οὐδ’ οἷον ἑψητῶν τινῶν; πληθυντικῶς δὲ λέγουσιν ἑψητοὺς κατὰ τὸ πλεῖστον. Ἀριστοφάνης Δράμασιν ἢ Νιόβῳ· οὐδὲν μὰ Δί᾽ ἐρῶ λοπάδος ἑψητῶν. Μένανδρος Περινθίᾳ· τὸ παιδίον δ’ εἰσῆλθεν ἑψητοὺς φέρον. ἑνικῶς δὲ Νικόστρατος ἐν Ἡσιόδῳ· βεμβράδ᾽, ἀφύην, ἑψητόν. Ποσείδιππος Ἀποκλειομένῃ· ἑψητὸν ἀγοράζειν τινά. ἐν δὲ τῇ ἐμῇ Ναυκράτει ἑψητοὺς καλοῦσιν ἰχθύδια ὑπολειπόμενα ἐν ταῖς διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi