Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

34 Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς, καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι ὅταν βουληθῇς ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σῴζειν καὶ τοὺς εὐρώστους ἀνόσους οἳ ἂν ἐμοὶ πείθωνται παρέχειν μέχρι γήρως ζῶντας, τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ μέλλοντες ἔσεσθαι. Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω. πρὸς ὃν ὡς μελαγχολῶντα ἐπέστελλεν ὁ Φίλιππος· Φίλιππος Μενεκράτει ὑγιαίνειν. παραπλησίως δὲ ἐπέστελλε καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων βασιλεῖ καὶ τοῖς ἄλλοις ὅσοις ἔγραφεν, οὐκ ἀπεχόμενος τοῦ Διός. καλέσας δ’ αὐτόν ποτε ἐπὶ δεῖπνον ὁ Φίλιππος μετὰ τῶν ἰδίων θεῶν συγκατέκλινε πάντας ἐπὶ τῆς μέσης κλίνης ὑψηλότατα καὶ ἱεροπρεπέστατα κεκοσμημένης καὶ τράπεζαν παραθεὶς ἐφ’ ἧς βωμὸς ἔκειτο καὶ τῶν ἀπὸ γῆς παντοδαπῶν ἀπαρχαί. καὶ ὁπότε τοῖς ἄλλοις παρεφέρετο τὰ ἐδώδιμα, τοῖς ἀμφὶ Μενεκράτην ἐθυμίων καὶ ἔσπενδον οἱ παῖδες. καὶ τέλος ὁ καινὸς Ζεὺς μετὰ τῶν ὑπηκόων γελώμενος θεῶν ἔφυγεν ἐκ τοῦ συμποσίου, ὡς Ἡγήσανδρος ἱστορεῖ· μνημονεύει δὲ τοῦ Μενεκράτους καὶ Ἄλεξις ἐν Μίνῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi