Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

29 βλέννος. τούτου μέμνηται Σώφρων ἐν τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν, βλέννῳ θηλαμόνι. ἐστὶ δὲ κωβιῷ τὴν ἰδέαν παραπλήσιος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ βαιόνας τινὰς ἰχθῦς καλεῖ ἐν τούτοις· ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. καὶ παρ᾽ Ἀττικοῖς δὲ παροιμία ἐστὶ μή μοι βαιών κακὸς ἰχθύς.
30 βούγλωσσος ὁ Πυθαγορικὸς δὲ δι’ ἐγκράτειαν Ἀρχέστρατός φησιν εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. τῶν δὲ βουγλώσσων διαλλάττοντὲς εἰσιν οἱ κυνόγλωσσοι· περὶ ὧν καὶ αὐτῶν Ἐπίχαρμός φησιν αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες. Ἀττικοὶ δὲ ψῆτταν αὐτὴν καλοῦσιν.
31 γόγγροι. τούτους Ἱκέσιος σκληροτέρους τῶν ἐγχέλεων εἶναί φησι καὶ ἀραιοσαρκοτέρους τε καὶ ἀτροφωτέρους εὐχυλίᾳ τε πολὺ λειπομένους, εὐστομάχους δὲ εἶναι. Νίκανδρος δὲ ὁ ἐποποιὸς ἐν τρίτῳ Γλωσσῶν καλεῖσθαί φησιν αὐτοὺς καὶ γρύλλους. Εὔδοξος δ’ ἐν ἕκτῳ Γῆς περιόδου γόγγρους δέ φησιν πολλοὺς ἀνδραχθεῖς ἐν Σικυῶνι ἁλίσκεσθαι. ὧν ἐνίους εἶναι καὶ ἁμαξιαίους. Φιλήμων δὲ τῆς νέας κωμῳδίας ὁ ποιητὴς καὶ αὐτὸς μνημονεύων τῶν ἐν Σικυῶνι διαφόρων γόγγρων ποιεῖ τινα μάγειρον ἐπὶ τέχνῃ τῇ ἑαυτοῦ σεμνυνόμενον καὶ λέγοντα ἐν τῷ ἐπιγραφομένῳ Στρατιώτῃ τάδε·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi