Kitap 7
23
Κλέαρχος δ’ ὁ περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησί· διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν ἅμα δ’ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς, διὸ λέγεται ἴδε πῦρ ἀφύη. Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι’ αὑτὰ αἱρετῶν τὴν ἀφύην, φησί, ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ’ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν, ἀχρειοτέρους ὄντας ὅτι τῶν παρ’ ἡμῖν πολὺ ἐλάττους εἰσὶν ἐκεῖνοι δὲ τἀναντία μεταπέμπονται τοὺς ἐνθάδε. ἐπὶ τοῦ ἑνικοῦ Ἕρμιππος Δημόταις· νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς. Καλλίας Κύκλωψιν πρὸς τῆς ἀφύης τῆς ἡδίστης. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι· ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστιν ἁπλῶς. ἀφύδια δὲ Ἀριστοφάνης Ταγηνισταῖς· μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάτάδ’ ἀφύδια.