Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

16 ΑΝΘΙΑΣ κάλλιχθυς· τούτου μέμνηται Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)· καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι καττὸν Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι. λέγει δὲ Ἀνάνιος οὕτως (II 502 B4)· ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι, τῶν καλῶν δ’ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου. ἡδὺ δ’ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας· δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν· καὶ κυνῶν αὕτη τόθ’ ὥρη καὶ λαγῶν κἀλωπέκων· ὄιος αὖτ’ ὅταν θέρος τ’ ᾖ κἠχέται βαβράζωσιν. εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα, ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ. βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν ἡδὺς κἠμέρης. τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας ἐκτεθῆσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi