Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

13 Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Γραμματειδιοποιῷ· ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακὸν ποτ᾽· ἢ τί τἀγαθὸν ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως ἡμᾶς κυλίνδουσ’ ὅντιν’ ἂν τύχῃ τρόπον; οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας, αὐλουμένους ὡς δεῖ; λέγ’ αὐτή, γλυκυτάτη, ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην. καὶ προελθών· οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον; ὅσῳ δ’ ἡδίονα τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ’ ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους, κεραννύναι τὸν οἶνον Εὐβοεῖς. τρυφὴ καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ δουλεύομεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi