Kitap 7
12
πρότερος δὲ τοῦ Ἐπικούρου Σοφοκλῆς ὁ τραγῳδιοποιὸς ἐν Ἀντιγόνῃ περὶ τῆς ἡδονῆς τοιαῦτα εἴρηκεν τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ’ ἔχων ἐὰν δ’ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. Φιλέταιρος Κυναγίδι· τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν, ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν τοῦτ’ αὐτὸ τἀνθρώπει’ ὁρῶντα πράγματα, εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ ἕωλον ἔνδον τἀργύριον. καὶ ἐν Οἰνοπίωνι δὲ ὁ αὐτός φησιν θνητῶν δ’ ὅσοι ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον, ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω. οὐ γὰρ θανών γ’ ἄνθρωποι ἔγχελυν φάγοις οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.