Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

140 πεπληρωκότες τὴν περὶ ἰχθύων γενομένην τοῖς δειπνοσοφισταῖς ἀδολεσχίαν, ὦ Τιμόκρατες, αὐτοῦ τὸν λόγον καταπαύσαντες, εἰ μή τι καὶ ἄλλων σοι δεῖ βρωμάτων, παραθήσομέν σοι καὶ ἃ Εὔβουλος εἴρηκεν ἐν Λάκωσιν ἢ Λήδᾳ (II 185 K)· πρὸς τούτοισιν δὲ παρέσται σοι θύννου τέμαχος, κρέα δελφακίων χορδαί τ’ ἐρίφων ἧπάρ τε κάπρου κριοῦ τ’ ὄρχεις χόλικές τε βοὸς κρανία τ’ ἀρνῶν νῆστις τ’ ἐρίφου γαστήρ τε λαγώ, φύσκη, χορδή, πνεύμων ἀλλᾶς τε. ἐμφορηθεὶς οὖν καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα εὐλόγως σιτεῖσθαι.
← Önceki 119 / 119

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi