Kitap 7
134
ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)· μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους. Νουμήνιος ἐν Ἁλιευτικῷ (fr. 10 B)· χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον. μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν (p. 296 R) ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι.
135
ΧΡΟΜΙΣ. καὶ τούτου μνημονεύει Ἐπίχαρμος λέγων (p. 232 L)· καὶ σκιφίας χρόμιός θ᾽, ὃς ἐν τῷ ἦρι καττον Ἀνάνιον ἰχθύων πάντων ἄριστος. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 8 B)· ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφόν. καὶ Ἀρχέστρατος (fr. 46 R)· τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν (ἐστὶ δὲ πίων ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.
136
ΧΡΥΣΟΦΡΥΣ. Ἄρχιππος ἐν Ἰχθύσιν (I 682)· ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας. τοὺς δ’ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης (h. a. 543 b 3), ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπίχαρμος ἐν Μούσαις καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Εὔπολις δ’ ἐν Κόλαξί φησιν (I 298 K)· δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα. ὁ δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει (fr. 47 R)· χρύσοφρυν ἐξ’ Ἐφέσου τὸν πίονα μὴ παράλειπε, ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δ’ αὐτὸν θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς, εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.