Kitap 7
129
ΤΡΑΧΟΥΡΟΙ. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησιν (fr. 20 B)· ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον. ΤΑΥΛΩΠΙΑΣ. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ (fr. 9 R)· καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ. ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.
130
ΤΕΥΘΙΣ. Ἀριστοτέλης εἶναί φησι (p. 323 R) καὶ ταύτην τῶν συναγελαζομένων ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροί εἰσιν, οἱ δ’ ἄνω μείζους· καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα, καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον. ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτιδι οὐ μέλανα ἀλλ’ ὠχρόν· καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες.