Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 7

132 υκαι. καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων θεὸς δὲ οἱ ἱερὸς ὕκης. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ· ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον πέτρῃ ἀλωόμενον. Τίμαιος δ’ ἐν τῇ ιγ’ τῶν ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου λέγω δὲ τῶν Ὑκάρων διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· δι’ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ’ αὐτὴν δυσθήρατον, διὸ καὶ Φιλίταν φάναι· οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi