Thesauros Edebiyat miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Kitap 6

83 ἐπεὶ δὲ καὶ τοῦτ’ ἐστι τῶν ὑπὸ τοῦ Οὐλπιανοῦ προβεβλημένων, τὸ περὶ τοὺς οἰκέτας, φέρε εἴπωμέν τι καὶ ἡμεῖς ἀναπεμπασάμενοι περὶ αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. Φερεκράτης μὲν γὰρ ἐν Ἀγρίοις φησίν οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ. εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία, ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας. καὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις, τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μὲν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi